Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 6.12 | Dem. 6.15 (English) | >>Dem. 6.19 |
6.13ἀλλὰ νὴ Δίʼ , εἴποι τις ἂν ὡς πάντα ταῦτʼ εἰδώς , οὐ πλεονεξίας ἕνεκʼ οὐδʼ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτʼ ἔπραξεν , ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ἢ ὑμᾶς ἀξιοῦν . ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν · ὁ γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων , πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο ;
ἀλλʼ ἐβιάσθη νὴ Δία (ταῦτα γάρ ἐσθʼ ὑπόλοιπον ) καὶ παρὰ γνώμην , τῶν Θετταλῶν ἱππέων καὶ τῶν Θηβαίων ὁπλιτῶν ἐν μέσῳ ληφθείς , συνεχώρησε ταῦτα . καλῶς . οὐκοῦν φασὶ μὲν μέλλειν πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως ἔχειν , καὶ λογοποιοῦσιν περιιόντες τινὲς ὡς Ἐλάτειαν τειχιεῖ .
6.15ὁ δὲ ταῦτα μὲν μέλλει καὶ μελλήσει γʼ , ὡς ἐγὼ κρίνω , τοῖς Μεσσηνίοις δὲ καὶ τοῖς Ἀργείοις ἐπὶ τοὺς Λακεδαιμονίους συλλαμβάνειν οὐ μέλλει , ἀλλὰ καὶ ξένους εἰσπέμπει καὶ χρήματʼ ἀποστέλλει καὶ δύναμιν μεγάλην ἔχων αὐτός ἐστι προσδόκιμος . τοὺς μὲν ὄντας ἐχθροὺς Θηβαίων Λακεδαιμονίους ἀναιρεῖ , οὓς δʼ ἀπώλεσεν αὐτὸς πρότερον Φωκέας νῦν σῴζει ; καὶ τίς ἂν ταῦτα πιστεύσειεν ;
6.16 ἐγὼ μὲν γὰρ οὐκ ἂν ἡγοῦμαι Φίλιππον , οὔτʼ εἰ τὰ πρῶτα βιασθεὶς ἄκων ἔπραξεν , οὔτʼ ἂν εἰ νῦν ἀπεγίγνωσκε Θηβαίους , τοῖς ἐκείνων ἐχθροῖς συνεχῶς ἐναντιοῦσθαι , ἀλλʼ ἀφʼ ὧν νῦν ποιεῖ , κἀκεῖνʼ ἐκ προαιρέσεως δῆλός ἐστι ποιήσας , ἐκ πάντων δʼ , ἄν τις ὀρθῶς θεωρῇ , πάνθʼ ἃ πραγματεύεται κατὰ τῆς πόλεως συντάττων .
6.14
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 6.12 | Dem. 6.15 (English) | >>Dem. 6.19 |